Thursday, April 14, 2016

λέξεις ‒ dimples ‒ οἱ γελασῖνοι





οἱ γελασῖνοι = τὰ κοῖλα ἐπὶ παρειῶν ἀνθρώπων τινων ὅταν μειδιῶσιν ἢ γελῶσιν. 
σημαίνει καὶ γέλωτα τε καὶ ὀδόντας οὗς φαίνομεν γελῶντες.






Latine idem: gelasīnus, i, m

Apud Martialem (Epigrammata, VII, 25, v. 6) legimus:

Nec grata est facies, cui gelasinus abest.

λέξεις ‒ sports ‒ ἀθλήματα/°ἀθλοπαιδιαί

σφαίρᾳ παίζει
°ποδοσφαίρισις

°καλαθοσφαίρισις

τρεῖς κάλαθοι
°χειροσφαίρισις
°ἀντισφαίρισις
ἐπιτραπέζιος ἀντισφαίρισις

°ὑδατοσφαίρισις
√? ἐπίσκῡρος
√? ἁρπαστόν
√? φαινίνδα
?*πισκυρικὴ ποδοσφαίρισις
*περιδρομικόν
°χρωματοσφαίρισις

οἱ °ποδοσφαιρισταὶ παίζουσιν +°ποδοσφαίρισιν, +?ποδοσφαιρίζουσιν.

σφαίρᾳ παίζω μετά τινων
σφαῖραν παίζω
παίζω ῾κύνα καὶ πόλιν᾿ (παιδιά τις)
παίζω παιδιὰν πρός τινα

Saturday, April 9, 2016

λέξεις ‒ kiwi ‒ τὸ °ἀκτινίδιον

τὸ °ἀκτινίδιον
ἐδώδιμος καρπὸς τοῦ ὁμωνύμου φυτοῦ, τὸ μέγεθος καὶ τὸ σχῆμα ὅμοιον ᾠῷ.  μοι ἀρέσκει πολύ.



Καὶ διὰ τὶ οὕτως καλεῖται; οὐκ οἶδα σαφῶς, ἀλλὰ ἴσως ὅτι ὅμοιον ἐστιν τροχῷ μετὰ ἀκτίνων (αἱ ῥάβδοι συνδοῦσαι χνόην/πλήμνην τροχοῦ ἁψῖδι)·

τροχοὶ μετὰ καλαΐνων (?) ἀκτίνων

ἢ ὅτι ὅμοιον ἀκτῖσιν λάμποντος Ἡλίου·


Thursday, April 7, 2016

ἡ Ξένα Ἑλληνιστί

πρόλογος τῆς στιχὸς τῆς »Ξένα« ἐπιγεγραμμένης Ἑλληνιστί τε καὶ Ῥωμαϊστί.
πίεσον τὸ πλῆκτρον ἵνα τὸν λόγον φαίνῃς.

Παῖς ὢν μάλιστα ἡδόμην θεωρῶν ταύτην τὴν θέαν.

Ἠπόρουν εἰ τὸ πάθος εἴη ἄριστος τρόπος τοῦ λέγειν passion, ἢ ῥητέον ἴσως »ἔρως«, Ῥωμαϊστὶ γὰρ ἔγραψα »cupiditas«.

* Ἴσως οἱ θεαταί οἱ ἀπὸ τῶν Ἡνωμένων Πολιτειῶν Ἀμερικῆς ἢ Καναδῆς οὐκ δυνήσονται θεωρεῖν διὰ τοὺς νόμους τοὺς τῶν κτημάτων © (?). εἰ τύχοι τινί τι δυσχερές, εἰπέτω.



Saturday, April 2, 2016

Πῶς λέγωμεν τὸ computer Ἑλληνιστί;

Πάντες ἴσμεν τι ἐστὶ τὸ computer, τοῦτ΄ ἐστίν, ἴσως σύ, ὦ ἀκροατά, οὐκ δύναιο ἄν ὁρίσαι ἐπιστημόνως, ἀλλὰ δήπου χρῇ τῷ computer ἀναγιγνώσκων ταῦτα. Νῦν δε ἐπισκεπτέον πῶς ὀνομάσωμεν Ἑλληνιστί τοῦτο τὸ ὄργανον ἢ μηχανήν. 
 

+τὸ λογιστικόν
+τὸ λογιστήριον
*τὸ ψηφιστικόν
*τὸ τακτικόν

Οἱ νῦν Ἕλληνες λέγουσιν “υπολογιστής” ἀπὸ τοῦ “υπολογίζω” ὅ νῦν σημαίνει ratiocinari, computare, πάλαι μὲν ἐσήμαινε rationem habere alicujus rei, take sth into account.


Τὸ ῥῆμα τὸ ἀρχαῖον ἐστίν· λογίζεσθαι ratiocinari, computare

  • Καὶ δυνάμεθα οὖν λέγειν· τὸ λογιστικόν, ἀλλὰ ἰστέον ὅτι παρὰ τοῖς φιλοσόφοις σημαίνει μόριον τι τῆς ψυχῆς. 
  • Ἢ ἴσως· τὸ λογιστήριον, ἀλλὰ αὕτη ἡ λέξις σημαίνει μάλιστα τόπον τινα ἐν ταῖς Ἀθήναις ποῦ οἱ λογισταί συνῇσαν, τὰ τῶν λογιστῶν ἀρχεῖα, ἀλλ΄ ὅμως σημαίνει τε καὶ τὸν ἄβακα παρὰ συγγραφεῖ τινί, εὕρηται ἅπαξ καὶ “τράπεζα λογιστηρία= ἄβαξ(?). 
  • Ἴσως δυναίμεθα ἄν ποιῆσαι τὸ ὄνομα “λογιστρον” η λογιστηρ”, ἀλλὰ οὐκ εἰμι ἐπιστήμων τούτου.

Δυνάμεθα καὶ ἀπὸ ἄλλου ῥήματος ποιῆσαι τοὔνομα.
 
ὁ ἄβαξ καὶ αἱ ψῆφοι

«τὸ ψηφίζειν κυρίως μὲν τὸ ταῖς ψήφοις ἀριθμεῖν, καταχρηστικῶς δὲ καὶ τοῖς δακτύλοις ἀριθμεῖν.»


ψῆφος (ποκοριστικά· ἡ ψηφίς, τὸ ψηφίον, ψηφίδιον)
  • λιθάριον ᾧ λογιζόμεθα  
  • calculus quo in computando sive supputando utimur, calculus computatorius sive supputatorius

Τοιγαροῦν παρὰ τοῖς νῦν Ἕλλησιν “τὸ ψηφίον” σημαίνει digit, dígito, cifra, σημεῖον τοῦ ἀριθμοῦ.


Ὡς ἐμοῖ γε δοκεῖ δυνάμεθα λέγειν ὅτι τοῦτο το ὄργανον ψηφίζει ὅτι λογίζεται ψήφοις (~digits, τοῖς σημείοις τῶν ἀριθμῶν), αὐτὸ ἐστιν τὸ λογιζόμενον ψήφοις, λέγομεν γάρ digital computer, καὶ διὸ νομίζω ὡς δυνάμεθα εἰπεῖν· τὸ ψηφιστικόν.


Γαλλιστί λέγεται ordinateur, καὶ ὅμοιον Ἰσπανιστί ordenador(a), τοῦτ΄ ἐστίν «ὁ τάττων [τὰ δεδομένα]», ἀλλὰ ἀγνοῶ πότερον καλῶς εἴποιμεν ἂν τὸ τακτικόν.


πῶς ὑμῖν δοκεῖ;


Latine dicitur (instrumentum) computatorium seu rarius ordinatorium.