Thursday, December 7, 2017

μουσική· «Οὐκ ἐξολοῦμαι ἐγώ»

Μᾶλλον-ἥττον κατὰ λέξιν ρμηνεία ἄσματος τινός ᾀδομένου ὑπὸ ἀοιδοῦ Δωρίδος 
Δράγοουιτς (Doris Dragović).



Οὐκ ἐξολοῦμαι ἐγώ
ἐὰν ἀπέλθῃς προσαράξας μοι τὴν θύραν
μόνον ἀπολειφθήσομαι τοῦ ἡμίσεος τῆς ζωῆς μου,
τοῦ ἡμίσεος τῆς καρδίας μου.

Οὐκ ἐξολοῦμαι ἐγώ
ἐὰν ψεύσωμαι πρὸς ἀνθρώπους περὶ νῷν
μόνον ἀπολειφθήσομαι τοῦ ἐμὲ ἰωμένου ὀνόματος
τε καὶ φρενῶν.

Οὔτε δεῖ ποτε μάλα φιλεῖν
ὡς σὺ ἐμέ, ὡς ἐγὼ σέ
δεῖ καὶ ἐν σαυτοῦ μένειν
ἐν τοῖς κακοῖσι καιροῖς

Οὔτε δεῖ ποτε διδόναι ἄγαν ἑαυτόν
δεῖ εἰδέναι παύεσθαι ὅτε τέλος γίγνεται
παύεσθαι τότε ὅτε τέλος γίγνεται
ἵνα μὴ λύπῃ ἄγαν, ἴσθι.


*«ἐν σαυτοῦ μένειν» to remain yourself’, παράβαλε «ἐν σαυτοῦ γενοῦ»