Χαίρετε,
ὦ ἀναγνῶσται μου
πλέων
χθὲς τὰ τοῦ παγκοσμίου δικτύου κέλευθα
ἐνέτυχον σελίδι τινί ὠφελιμωτάτῳ, ὡς
ἐμοὶ δοκεῖ. Ἐν ταύτῃ τῇ σελίδι οὐ
μόνον ἀναγιγνώσκειν ἀλλὰ καὶ ἀκούειν
ἐστίν πολλοὺς καὶ παντοδαποὺς λόγους
ὑπὸ ζώντων ἀνθρώπων Ἑλληνιστὶ
πεποιημένους. Ἄτοπον, ἆρ΄ οὔ, ἔτι καὶ
νῦν εἴσιν οἱ βουλόμενοι καὶ τὸ
κυριώτερον οἷοι εὐπόρως καὶ πλουσίως
ἑλληνίζειν.
Μὴ
χρονίζω πλείον, ἡ ἐπιγραφή ἐστι·
ἔξεστι
ἐκεῖ καὶ διδάσκεσθαι ἀπὸ στόματος
ἱέναι τὴν
τῶν Ἑλλήνων καὶ τε τῶν Ῥωμαίων γλώτταν, ἀλλὰ, δυστυχῶς, ἐπὶ μισθῷ ($200).
εἰ ἴστε ἄλλην τίνα σελίδα μετὰ καλῶν
ἐγγραφῶν (recordings) τῆς Ἑλληνικῆς φωνῆς, εἴπετε,
εἰ βούλεσθε.
ΥΓ.
καὶ τήνδε τὴν σελίδα ὑμῖν συμβουλεύω
ὡς πολλὰ ὠφέλιμα ἔχουσαν·
ἔρρωσθε