Showing posts with label λεξεις. Show all posts
Showing posts with label λεξεις. Show all posts

Monday, July 11, 2016

λέξεις ‒ ῥαθαπῡγίζω

ἀνὴρ ῥαθαπυγίζει τὴν γυναίκα

γυνὴ ῥαθαπυγίζει τὸν ἄνδρα


ῥαθαπῡγίζω (ῥοθοπυγίζω)

ῥῆμα σπάνιον καὶ ὀλίγον ἀδόκητον, εὕρηται ἐν Ἱππεῦσιν Ἀριστοφάνους τοῦ Κωμικοῦ (στίχος 796.)· «τὰς πρεσβείας τ' ἀπελαύνεις ἐκ τῆς πόλεως ῥαθαπυγίζων»

ὁρισμοί τινες·
  • λάθρᾳ ( ͡° ͜ʖ ͡°) τύπτω κατὰ τῆς πυγῆς πλατείᾳ τῇ χειρὶ (ὡς ἐν τῇ πρώτῃ εἰκόνι) ἢ πλατεῖ τῷ ποδί (ἡ δευτέρα εἰκών)
  • τὴν πυγὴν τῇ χειρὶ παίω ἢ τῷ ποδὶ τύπτω (ῥόθον ποιῶν)
  • τὸ σιμῷ τῷ ποδὶ τὸν γλουτὸν παίω

Οἱ μὲν πάλαι ἐνόμιζον τοῦτο τὸ ρῆμα κατὰ τὸ ἔτυμον σεμαίνειν· ῾(ἐν) τῇ πυγῇ ῥόθον ποιῶ᾿, νῦν δε οὐ πάντες ὁμολογοῦσιν.

Saturday, May 7, 2016

λέξεις ‒ sunbathing

τοῦ θέρους ταχέως ἀρξομένου μαθητέον· 
γυνή εἱληθερεῖ ἄνευ στροφίου μαστοὺς φαίνουσα
femina apricatur sine fascia pectorali mammas aperiens
εἱληθερέω
ὀλιγάκις καὶ «εἱληθερέομαι» (καὶ εἰλ…)
= (ἐν) ἡλίῳ θέρομαι / θερμαίνομαι
ἐνίοτε καὶ «ἡλιοθερέω» τε καὶ «ἡλιάζομαι»
aprīcāri, sōle uti

ἐπιτήδεια τινα

σκιάδειον
umbrāculum
+ἄλειμμα ἀνθήλιον
ἀντήλιος (ἀνθήλιος) σημαίνει μάλιστα "ἐναντίος ἡλίῳ, soli obversus, oppositus,
ὃς εὑρίσκεται ἐναντίον ἡλίου", ἀλλὰ ἔχομεν καὶ 
«ἀντήλιον ‒ δέρμα περὶ τὰς ὄψεις τῶν ἵππων» ~ παρώπιον
καὶ
«ἀντήλια ‒ τὰ χάριν σκιᾶς προβεβλημένα τῶν προσώπων τοῖς ἡλιαζομένοις»

σάβανον
? ἡ σινδών, όνος
? ἐκμαγεῖον

σάβανον/sábanum ‒ pannus asperior desiccandis detergendisque a balneo corporibus
accommodus

Thursday, April 14, 2016

λέξεις ‒ dimples ‒ οἱ γελασῖνοι





οἱ γελασῖνοι = τὰ κοῖλα ἐπὶ παρειῶν ἀνθρώπων τινων ὅταν μειδιῶσιν ἢ γελῶσιν. 
σημαίνει καὶ γέλωτα τε καὶ ὀδόντας οὗς φαίνομεν γελῶντες.






Latine idem: gelasīnus, i, m

Apud Martialem (Epigrammata, VII, 25, v. 6) legimus:

Nec grata est facies, cui gelasinus abest.

λέξεις ‒ sports ‒ ἀθλήματα/°ἀθλοπαιδιαί

σφαίρᾳ παίζει
°ποδοσφαίρισις

°καλαθοσφαίρισις

τρεῖς κάλαθοι
°χειροσφαίρισις
°ἀντισφαίρισις
ἐπιτραπέζιος ἀντισφαίρισις

°ὑδατοσφαίρισις
√? ἐπίσκῡρος
√? ἁρπαστόν
√? φαινίνδα
?*ἐπισκυρικὴ ποδοσφαίρισις
*περιδρομικόν
°χρωματοσφαίρισις

οἱ °ποδοσφαιρισταὶ παίζουσιν +°ποδοσφαίρισιν, +?ποδοσφαιρίζουσιν.

σφαίρᾳ παίζω μετά τινων
σφαῖραν παίζω
παίζω ῾κύνα καὶ πόλιν᾿ (παιδιά τις)
παίζω παιδιὰν πρός τινα

Saturday, April 9, 2016

λέξεις ‒ kiwi ‒ τὸ °ἀκτινίδιον

τὸ °ἀκτινίδιον
ἐδώδιμος καρπὸς τοῦ ὁμωνύμου φυτοῦ, τὸ μέγεθος καὶ τὸ σχῆμα ὅμοιον ᾠῷ.  μοι ἀρέσκει πολύ.



Καὶ διὰ τὶ οὕτως καλεῖται; οὐκ οἶδα σαφῶς, ἀλλὰ ἴσως ὅτι ὅμοιον ἐστιν τροχῷ μετὰ ἀκτίνων (αἱ ῥάβδοι συνδοῦσαι χνόην/πλήμνην τροχοῦ ἁψῖδι)·

τροχοὶ μετὰ καλαΐνων (?) ἀκτίνων

ἢ ὅτι ὅμοιον ἀκτῖσιν λάμποντος Ἡλίου·


Saturday, April 2, 2016

Πῶς λέγωμεν τὸ computer Ἑλληνιστί;

Πάντες ἴσμεν τι ἐστὶ τὸ computer, τοῦτ΄ ἐστίν, ἴσως σύ, ὦ ἀκροατά, οὐκ δύναιο ἄν ὁρίσαι ἐπιστημόνως, ἀλλὰ δήπου χρῇ τῷ computer ἀναγιγνώσκων ταῦτα. Νῦν δε ἐπισκεπτέον πῶς ὀνομάσωμεν Ἑλληνιστί τοῦτο τὸ ὄργανον ἢ μηχανήν. 
 

+τὸ λογιστικόν
+τὸ λογιστήριον
*τὸ ψηφιστικόν
*τὸ τακτικόν

Οἱ νῦν Ἕλληνες λέγουσιν “υπολογιστής” ἀπὸ τοῦ “υπολογίζω” ὅ νῦν σημαίνει ratiocinari, computare, πάλαι μὲν ἐσήμαινε rationem habere alicujus rei, take sth into account.


Τὸ ῥῆμα τὸ ἀρχαῖον ἐστίν· λογίζεσθαι ratiocinari, computare

  • Καὶ δυνάμεθα οὖν λέγειν· τὸ λογιστικόν, ἀλλὰ ἰστέον ὅτι παρὰ τοῖς φιλοσόφοις σημαίνει μόριον τι τῆς ψυχῆς. 
  • Ἢ ἴσως· τὸ λογιστήριον, ἀλλὰ αὕτη ἡ λέξις σημαίνει μάλιστα τόπον τινα ἐν ταῖς Ἀθήναις ποῦ οἱ λογισταί συνῇσαν, τὰ τῶν λογιστῶν ἀρχεῖα, ἀλλ΄ ὅμως σημαίνει τε καὶ τὸν ἄβακα παρὰ συγγραφεῖ τινί, εὕρηται ἅπαξ καὶ “τράπεζα λογιστηρία”= ἄβαξ(?). 
  • Ἴσως δυναίμεθα ἄν ποιῆσαι τὸ ὄνομα “λογιστρον” η “λογιστηρ”, ἀλλὰ οὐκ εἰμι ἐπιστήμων τούτου.

Δυνάμεθα καὶ ἀπὸ ἄλλου ῥήματος ποιῆσαι τοὔνομα.
 
ὁ ἄβαξ καὶ αἱ ψῆφοι

«τὸ ψηφίζειν κυρίως μὲν τὸ ταῖς ψήφοις ἀριθμεῖν, καταχρηστικῶς δὲ καὶ τοῖς δακτύλοις ἀριθμεῖν.»


ἡ ψῆφος (ὑποκοριστικά· ἡ ψηφίς, τὸ ψηφίον, ψηφίδιον)
  • λιθάριον ᾧ λογιζόμεθα  
  • calculus quo in computando sive supputando utimur, calculus computatorius sive supputatorius

Τοιγαροῦν παρὰ τοῖς νῦν Ἕλλησιν “τὸ ψηφίον” σημαίνει digit, dígito, cifra, σημεῖον τοῦ ἀριθμοῦ.


Ὡς ἐμοῖ γε δοκεῖ δυνάμεθα λέγειν ὅτι τοῦτο το ὄργανον ψηφίζει ἢ ὅτι λογίζεται ψήφοις (~digits, τοῖς σημείοις τῶν ἀριθμῶν), αὐτὸ ἐστιν τὸ λογιζόμενον ψήφοις, λέγομεν γάρ digital computer, καὶ διὸ νομίζω ὡς δυνάμεθα εἰπεῖν· τὸ ψηφιστικόν.


Γαλλιστί λέγεται ordinateur, καὶ ὅμοιον Ἰσπανιστί ordenador(a), τοῦτ΄ ἐστίν «ὁ τάττων [τὰ δεδομένα]», ἀλλὰ ἀγνοῶ πότερον καλῶς εἴποιμεν ἂν τὸ τακτικόν.


πῶς ὑμῖν δοκεῖ;


Latine dicitur (instrumentum) computatorium seu rarius ordinatorium.

Wednesday, February 10, 2016

λεξεις -- lighter, matches, gas

ἤδη πολὺν χρόνον οὐδὲν ἔγραψα καὶ διὸ τήμερον μαθησόμεθα πῶς ὀνομάζεται τὰ ὄργανα τὰ πρὸς ἅπτειν τὸ πῦρ. 

τὸ *ἀναπτήριον

ἔν τῇ καθαρευούσῃ λέγεται αναπτήρ καὶ δία τι οὐκ καὶ ἡμεῖς εἴπωμεν οὕτως ἢ ἀναπτήριον.

καὶ τι καίεται ἐν τῷ ἀναπτηρίῳ; τὸ +°ἀέριον (gas). τι ἐστίν; ὕλη ἐν ἀερώδει σχέσει. ἐν δε τῷ ἀναπτηρίῳ ἔνεστιν ἀέριον εὔφλεκτον συμπεπεισμένον εἰς ὑγρόν.

Τὸ συμπεπεισμένον ἀέριον ἀποκεῖται καὶ μεταφέρεται ἐν κυλινδρικοῖς ἀγγείοις.

καὶ τὰ ξύλα (ξυλάρια) ἃ συντρίβοντες ἐξάπτομεν πῦρ καλεῖται πυρεῖα. καὶ οὕτως δυνάμεθα ὀνομάσαι καὶ τὰ οἷς ἡμεῖς νῦν χρώμεθα.

τὰ +°πυρεῖα (τὸ πυρεῖον)

Monday, January 4, 2016

λεξεις ‒ snow, Snow White

ἡ χιών, χιόνος


ἡ νιφάς, άδος (χιόνος)

ν(ε)ίφει (ὁ θεός)
πίπτει χιών
ὁ νιφετός

ἐν τῇ εἰκόνι οὐκ ὑπονείφει, οὐκ ὀλίγαι νιφάδες, ἀλλὰ πολλαὶ καὶ θαμειαί, ὡς λέγει ὁ Ποιητής, πίπτουσιν.

+ἀνδριαντίσκος χιόνεος
°χιονάνθρωπος
ὁ °χιονάνθρωπος ‒ οὕτως οἱ νῦν λέγουσιν
 ° = λέξις ἀπὸ καθαρευούσης 

σφαῖρα χιόνος
ἡ °χιονόσφαιρα

ἡ °χιονόσφαιρα ‒ σωρὸς χιόνος ἐσχηματισμένος ταῖς χερσίν εἰς εἶδος σφαίρας, αἷς ἐν παιδιᾷ οἱ παίζοντες βάλλουσιν ἀλλήλους. 
 
ἡ °χιονοσφαιροβολία

Οὕτως δυναίμεθα ἂν ἴσως ὀνομάσαι ταύτην τὴν παιδιάν ‒ 
  • ἡ °χιονοσφαιροβολία
  • ἡ *χιονοβολία.
τὸ ῥῆμα· 
  • °χιονοσφαιροβολέω
  • °χιονοβολέω 
  • παίζω ταῖς °χιονοσφαίραις.


ἡ Χιονόχρως, ωτος