Wednesday, September 21, 2016
Friday, September 2, 2016
γελοῖα ‒ νεφέλαι καὶ λάχανα
τὸ
παλαίτατον
γεγραμμένον σκῶμμα *Σουμαριακὸν ἀπὸ
τοῦ 1900.
ἔτους
τῆς παλαιᾶς χρονολογίας·
τί οὐδέποτε ἐκ παλαιτάτου ἐγένετο;
νεᾶνις ἥ οὐκ ἀπέπαρδε ἐπὶ γόνασι τοῦ ἀνδρός.
Monday, August 29, 2016
Monday, July 11, 2016
ὠφέλιμα ‒ ἀκούειν τὴν Ἑλληνικὴν φωνήν
Χαίρετε,
ὦ ἀναγνῶσται μου
πλέων
χθὲς τὰ τοῦ παγκοσμίου δικτύου κέλευθα
ἐνέτυχον σελίδι τινί ὠφελιμωτάτῳ, ὡς
ἐμοὶ δοκεῖ. Ἐν ταύτῃ τῇ σελίδι οὐ
μόνον ἀναγιγνώσκειν ἀλλὰ καὶ ἀκούειν
ἐστίν πολλοὺς καὶ παντοδαποὺς λόγους
ὑπὸ ζώντων ἀνθρώπων Ἑλληνιστὶ
πεποιημένους. Ἄτοπον, ἆρ΄ οὔ, ἔτι καὶ
νῦν εἴσιν οἱ βουλόμενοι καὶ τὸ
κυριώτερον οἷοι εὐπόρως καὶ πλουσίως
ἑλληνίζειν.
Μὴ
χρονίζω πλείον, ἡ ἐπιγραφή ἐστι·
ἔξεστι
ἐκεῖ καὶ διδάσκεσθαι ἀπὸ στόματος
ἱέναι τὴν
τῶν Ἑλλήνων καὶ τε τῶν Ῥωμαίων γλώτταν, ἀλλὰ, δυστυχῶς, ἐπὶ μισθῷ ($200).
εἰ ἴστε ἄλλην τίνα σελίδα μετὰ καλῶν
ἐγγραφῶν (recordings) τῆς Ἑλληνικῆς φωνῆς, εἴπετε,
εἰ βούλεσθε.
ΥΓ.
καὶ τήνδε τὴν σελίδα ὑμῖν συμβουλεύω
ὡς πολλὰ ὠφέλιμα ἔχουσαν·
ἔρρωσθε
λέξεις ‒ ῥαθαπῡγίζω
![]() |
ἀνὴρ
ῥαθαπυγίζει τὴν γυναίκα
|
![]() |
γυνὴ
ῥαθαπυγίζει τὸν ἄνδρα
|
ῥαθαπῡγίζω (ῥοθοπυγίζω)
ῥῆμα
σπάνιον καὶ ὀλίγον ἀδόκητον, εὕρηται
ἐν Ἱππεῦσιν Ἀριστοφάνους τοῦ Κωμικοῦ
(στίχος 796.)· «τὰς
πρεσβείας τ' ἀπελαύνεις ἐκ τῆς πόλεως
ῥαθαπυγίζων»
ὁρισμοί
τινες·
- λάθρᾳ ( ͡° ͜ʖ ͡°) τύπτω κατὰ τῆς πυγῆς πλατείᾳ τῇ χειρὶ (ὡς ἐν τῇ πρώτῃ εἰκόνι) ἢ πλατεῖ τῷ ποδί (ἡ δευτέρα εἰκών)
- τὴν πυγὴν τῇ χειρὶ παίω ἢ τῷ ποδὶ τύπτω (ῥόθον ποιῶν)
- τὸ σιμῷ τῷ ποδὶ τὸν γλουτὸν παίω
Οἱ μὲν πάλαι
ἐνόμιζον τοῦτο τὸ ρῆμα κατὰ τὸ ἔτυμον
σεμαίνειν· ῾(ἐν) τῇ πυγῇ ῥόθον
ποιῶ᾿, νῦν δε οὐ πάντες ὁμολογοῦσιν.
Saturday, July 9, 2016
Monday, June 27, 2016
Subscribe to:
Posts (Atom)




