Showing posts with label τὰ τοῦ νῦν. Show all posts
Showing posts with label τὰ τοῦ νῦν. Show all posts

Thursday, April 14, 2016

λέξεις ‒ sports ‒ ἀθλήματα/°ἀθλοπαιδιαί

σφαίρᾳ παίζει
°ποδοσφαίρισις

°καλαθοσφαίρισις

τρεῖς κάλαθοι
°χειροσφαίρισις
°ἀντισφαίρισις
ἐπιτραπέζιος ἀντισφαίρισις

°ὑδατοσφαίρισις
√? ἐπίσκῡρος
√? ἁρπαστόν
√? φαινίνδα
?*ἐπισκυρικὴ ποδοσφαίρισις
*περιδρομικόν
°χρωματοσφαίρισις

οἱ °ποδοσφαιρισταὶ παίζουσιν +°ποδοσφαίρισιν, +?ποδοσφαιρίζουσιν.

σφαίρᾳ παίζω μετά τινων
σφαῖραν παίζω
παίζω ῾κύνα καὶ πόλιν᾿ (παιδιά τις)
παίζω παιδιὰν πρός τινα

Saturday, April 9, 2016

λέξεις ‒ kiwi ‒ τὸ °ἀκτινίδιον

τὸ °ἀκτινίδιον
ἐδώδιμος καρπὸς τοῦ ὁμωνύμου φυτοῦ, τὸ μέγεθος καὶ τὸ σχῆμα ὅμοιον ᾠῷ.  μοι ἀρέσκει πολύ.



Καὶ διὰ τὶ οὕτως καλεῖται; οὐκ οἶδα σαφῶς, ἀλλὰ ἴσως ὅτι ὅμοιον ἐστιν τροχῷ μετὰ ἀκτίνων (αἱ ῥάβδοι συνδοῦσαι χνόην/πλήμνην τροχοῦ ἁψῖδι)·

τροχοὶ μετὰ καλαΐνων (?) ἀκτίνων

ἢ ὅτι ὅμοιον ἀκτῖσιν λάμποντος Ἡλίου·


Saturday, April 2, 2016

Πῶς λέγωμεν τὸ computer Ἑλληνιστί;

Πάντες ἴσμεν τι ἐστὶ τὸ computer, τοῦτ΄ ἐστίν, ἴσως σύ, ὦ ἀκροατά, οὐκ δύναιο ἄν ὁρίσαι ἐπιστημόνως, ἀλλὰ δήπου χρῇ τῷ computer ἀναγιγνώσκων ταῦτα. Νῦν δε ἐπισκεπτέον πῶς ὀνομάσωμεν Ἑλληνιστί τοῦτο τὸ ὄργανον ἢ μηχανήν. 
 

+τὸ λογιστικόν
+τὸ λογιστήριον
*τὸ ψηφιστικόν
*τὸ τακτικόν

Οἱ νῦν Ἕλληνες λέγουσιν “υπολογιστής” ἀπὸ τοῦ “υπολογίζω” ὅ νῦν σημαίνει ratiocinari, computare, πάλαι μὲν ἐσήμαινε rationem habere alicujus rei, take sth into account.


Τὸ ῥῆμα τὸ ἀρχαῖον ἐστίν· λογίζεσθαι ratiocinari, computare

  • Καὶ δυνάμεθα οὖν λέγειν· τὸ λογιστικόν, ἀλλὰ ἰστέον ὅτι παρὰ τοῖς φιλοσόφοις σημαίνει μόριον τι τῆς ψυχῆς. 
  • Ἢ ἴσως· τὸ λογιστήριον, ἀλλὰ αὕτη ἡ λέξις σημαίνει μάλιστα τόπον τινα ἐν ταῖς Ἀθήναις ποῦ οἱ λογισταί συνῇσαν, τὰ τῶν λογιστῶν ἀρχεῖα, ἀλλ΄ ὅμως σημαίνει τε καὶ τὸν ἄβακα παρὰ συγγραφεῖ τινί, εὕρηται ἅπαξ καὶ “τράπεζα λογιστηρία”= ἄβαξ(?). 
  • Ἴσως δυναίμεθα ἄν ποιῆσαι τὸ ὄνομα “λογιστρον” η “λογιστηρ”, ἀλλὰ οὐκ εἰμι ἐπιστήμων τούτου.

Δυνάμεθα καὶ ἀπὸ ἄλλου ῥήματος ποιῆσαι τοὔνομα.
 
ὁ ἄβαξ καὶ αἱ ψῆφοι

«τὸ ψηφίζειν κυρίως μὲν τὸ ταῖς ψήφοις ἀριθμεῖν, καταχρηστικῶς δὲ καὶ τοῖς δακτύλοις ἀριθμεῖν.»


ἡ ψῆφος (ὑποκοριστικά· ἡ ψηφίς, τὸ ψηφίον, ψηφίδιον)
  • λιθάριον ᾧ λογιζόμεθα  
  • calculus quo in computando sive supputando utimur, calculus computatorius sive supputatorius

Τοιγαροῦν παρὰ τοῖς νῦν Ἕλλησιν “τὸ ψηφίον” σημαίνει digit, dígito, cifra, σημεῖον τοῦ ἀριθμοῦ.


Ὡς ἐμοῖ γε δοκεῖ δυνάμεθα λέγειν ὅτι τοῦτο το ὄργανον ψηφίζει ἢ ὅτι λογίζεται ψήφοις (~digits, τοῖς σημείοις τῶν ἀριθμῶν), αὐτὸ ἐστιν τὸ λογιζόμενον ψήφοις, λέγομεν γάρ digital computer, καὶ διὸ νομίζω ὡς δυνάμεθα εἰπεῖν· τὸ ψηφιστικόν.


Γαλλιστί λέγεται ordinateur, καὶ ὅμοιον Ἰσπανιστί ordenador(a), τοῦτ΄ ἐστίν «ὁ τάττων [τὰ δεδομένα]», ἀλλὰ ἀγνοῶ πότερον καλῶς εἴποιμεν ἂν τὸ τακτικόν.


πῶς ὑμῖν δοκεῖ;


Latine dicitur (instrumentum) computatorium seu rarius ordinatorium.

Wednesday, February 10, 2016

λεξεις -- lighter, matches, gas

ἤδη πολὺν χρόνον οὐδὲν ἔγραψα καὶ διὸ τήμερον μαθησόμεθα πῶς ὀνομάζεται τὰ ὄργανα τὰ πρὸς ἅπτειν τὸ πῦρ. 

τὸ *ἀναπτήριον

ἔν τῇ καθαρευούσῃ λέγεται αναπτήρ καὶ δία τι οὐκ καὶ ἡμεῖς εἴπωμεν οὕτως ἢ ἀναπτήριον.

καὶ τι καίεται ἐν τῷ ἀναπτηρίῳ; τὸ +°ἀέριον (gas). τι ἐστίν; ὕλη ἐν ἀερώδει σχέσει. ἐν δε τῷ ἀναπτηρίῳ ἔνεστιν ἀέριον εὔφλεκτον συμπεπεισμένον εἰς ὑγρόν.

Τὸ συμπεπεισμένον ἀέριον ἀποκεῖται καὶ μεταφέρεται ἐν κυλινδρικοῖς ἀγγείοις.

καὶ τὰ ξύλα (ξυλάρια) ἃ συντρίβοντες ἐξάπτομεν πῦρ καλεῖται πυρεῖα. καὶ οὕτως δυνάμεθα ὀνομάσαι καὶ τὰ οἷς ἡμεῖς νῦν χρώμεθα.

τὰ +°πυρεῖα (τὸ πυρεῖον)

Saturday, January 2, 2016

λεξεις ‒ τὰ τοῦ νῦν ‒ ὀχήματα τινα· train, bus, bicycle

ἡ *ἁμαξοστοιχία
τὸ *λεωφορεῖον
τὸ +δίκυκλον
τὸ +δίτροχον

λεξεις ‒ τὰ τοῦ νῦν ‒ coffee

τὸ +Ἀραβικόν μετὰ γάλακτος

τὸ +Ἀραβικόν = coffee

Οὕτως καλοῦσιν τινες τοῦτο το ποτόν. Λέγεται ὁτι τὸ πρῶτον ἐν τῷ 17. αἰῶνι ὠνομάζετο «Ἀραβικὸς οἶνος». Τοῦτο τὸ ποτόν ἄγνωστον ἦν τοῖς Ἕλλησιν τοῖς πάλαι.

Οἱ νῦν λέγουσιν «καφές»* ἀπὸ Τουρκικῆς λέξεως kahveh, ἡ εστιν ἀπὸ Ἀραβικῆς qahwah, ἣν λέγουσιν σημαίνειν ἢ σημῆναι
οἶνον (ἀπὸ τούτου τοῦ κόκκου, αὐτοῖς γάρ οὐκ ἔξεστιν πίνειν οἶνον).

*ἑώρακα καὶ «κοφέα» ἐν λεξικῷ τινί παλαιτέρῳ.

 
Ἐν τῇ καθαρευούσῃ διαλέκτῳ (ἠ ἰσως μόνον ἐν δράματι τινι ὡς γελοῖον τι) ὑπάρχει «νηφοκοκκόζωμον» ἀπό·
  • νήφω = οὐ μεθύω, οὐ πίνω οἶνον
  • ὁ κόκκος
  • ὁ ζωμὸς ἢ ἀπὸ ῥήματος τινος ὁμοίου


λεξεις ‒ eyeglasses

 
τὰ +δίοπτρα
αἱ +ὕαλοι

τοῦτο τὸ ὄργανον πάλαι οὐκ ὑπῆρχε, ἀλλὰ ἐνίοτε ἐχρῶντο, εἰ μὴ σφάλλομαι, λίθοις τισιν διαφανέσι πρὸς το ἄμεινον ὁρᾶν. παρὰ τῷ Ἀριστοφάνει ἐν ταῖς Νεφέλαις (768) ἀναγιγνώσκομεν τάδε·

{Στ.} ἤδη παρὰ τοῖσι φαρμακοπώλαις τὴν λίθον
ταύτην ἑόρακας, τὴν καλήν, τὴν διαφανῆ,
ἀφ' ἧς τὸ πῦρ ἅπτουσι;
{Σω.} τὴν ὕαλον λέγεις;
{Στ.} ἔγωγε.


κατὰ τὸ εἰκός αὕτη ἡ ὕαλος εστιν φακός τι, ὡς νῦν λέγουσιν, ὑάλινος καὶ κοῖλος.

λέγεται ὅτι ὁ Σενέκας ἐχρῆτο σφαίραις πεπλησμέναις ὕδατος πρὸς ἀναγιγνώσκειν, ἀλλὰ ἀγνοῶ ὅπου τοῦτο ἀναγιγνώσκομεν.
 

οἱ νῦν καλοῦσιν ταῦτα τὰ δίοπτρα «γυαλιά», τουτ' εστιν «ὑάλους» τε καὶ «ματογυάλια» απὸ τοῦ «ὀμματ-» + «γυαλιά» ~*ὀμματοϋαλοι.
 
Ῥωμαϊστί λέγομεν perspicilia ‒ «δίοπτρα» καὶ (vitra) ocularia ‒ «ὕαλοι ὀφθαλμικαί».

Thursday, December 31, 2015

λεξεις -- τὰ τοῦ νῦν· mouse, loudspeakers, headphones

ὁ +μῦς



ὁ μῦς               οἱ μύες                                                      
τοῦ μυός         τῶν μυῶν        
τῷ μυΐ             τοῖς μυσίν
τόν μῦν           τούς μῦς (μύας)          
ὦ μῦ                ὦ μύες


τὸ +ἠχεῖον
(ὁρῶμεν δύο ἠχεῖα)
τὸ +ἀκουστικόν
 (ὁρῶμεν δύο ἀκουστικά)