Monday, July 11, 2016

λέξεις ‒ ῥαθαπῡγίζω

ἀνὴρ ῥαθαπυγίζει τὴν γυναίκα

γυνὴ ῥαθαπυγίζει τὸν ἄνδρα


ῥαθαπῡγίζω (ῥοθοπυγίζω)

ῥῆμα σπάνιον καὶ ὀλίγον ἀδόκητον, εὕρηται ἐν Ἱππεῦσιν Ἀριστοφάνους τοῦ Κωμικοῦ (στίχος 796.)· «τὰς πρεσβείας τ' ἀπελαύνεις ἐκ τῆς πόλεως ῥαθαπυγίζων»

ὁρισμοί τινες·
  • λάθρᾳ ( ͡° ͜ʖ ͡°) τύπτω κατὰ τῆς πυγῆς πλατείᾳ τῇ χειρὶ (ὡς ἐν τῇ πρώτῃ εἰκόνι) ἢ πλατεῖ τῷ ποδί (ἡ δευτέρα εἰκών)
  • τὴν πυγὴν τῇ χειρὶ παίω ἢ τῷ ποδὶ τύπτω (ῥόθον ποιῶν)
  • τὸ σιμῷ τῷ ποδὶ τὸν γλουτὸν παίω

Οἱ μὲν πάλαι ἐνόμιζον τοῦτο τὸ ρῆμα κατὰ τὸ ἔτυμον σεμαίνειν· ῾(ἐν) τῇ πυγῇ ῥόθον ποιῶ᾿, νῦν δε οὐ πάντες ὁμολογοῦσιν.

No comments:

Post a Comment