Wednesday, March 21, 2018

«Ὠχρὴ ἀερίνη τε στιγμή»



«Ὠχρὴ ἀερίνη τε στιγμή» ‒ φωτογράφημα τοῦ Γαίας πλανήτου τῷ 1990τῷ ἔτει ἀπὸ τοῦ «Ποντοπόρου 1» διαστρικοῦ πλοίου 6 δεκάκις μυριάκις μύρια χιλιόμετρα (6×109 km) τῆς Γαίας ἀπέχοντος πεποιημένον. πάντα τὰ ἀνθρωπίνα πράγματα ἐν ταύτῃ τῇ σμικρῇ στιγμῇ (ἐνταῦθα αἐρίνῳ κύκλῳ περιγεγραμμένη) ἐγένετο ἥ ἡ μόνη ἑστία ἡμῖν ἐστιν.


Ὁ λόγος τοῦ Carl Sagan «Ὠχρὴ ἀερίνη τε στιγμή» (Pale Blue Dot):

Διὰ τὴν ἀπὸ τοῦ πλοίου ἀνταύγειαν ἡλίου ἡ Γαῖα φαίνεται ἐν ἀκτῖνι ἡλιώτιδι καθῆσθαι ὡσπερεὶ ἔξοχόν τι ἦν οὗτος ὁ σμικρὸς κόσμος, ἀλλὰ τοῦτό ἐστι μόνον πλάνη τῆς ὄψεως. οὐδὲν σημεῖον ἀνθρώπων ἐν τῇδε τῇ εἰκόνι: οὔτε ἠλλοιωμένα ἡμῖν τὰ νῶτα τῆς γῆς οὔτε πεποιημέναι ἡμῖν μηχαναὶ οὔτε ἡμεῖς αὐτοί. ἀπὸ ταύτης τῆς ἐπιτηδείας σκοπιᾶς τὸ ἡμᾶς φιλοεθνεῖ πάθει μανικῶς κατέχεσθαι οὐδαμοῦ φαίνεται. ἄγαν γὰρ σμικροί ἐσμεν. ὅταν περὶ τῶν κόσμων ὁ λόγος οἱ ἄνθρωποι βραχεῖς· λεπτὸν χρῖσμα ζωῆς ἐν σκοτεινῇ τε καὶ μονοστόλῳ βώλῳ πέτρας καὶ μεταλλείων.
 
Πάλιν δὴ σκοπεῖτε ταύτην τὴν στιγμὴν. Αὕτη τὸ ἐνταῦθά ἐστιν. Αὕτη ἡ ἡμετέρα ἑστία ἐστιν. αὕτη ἡμεῖς ἐσμέν. ἐπὶ αὐτῆς πάντες οὕς φιλεῖτε, πάντες οὕς γιγνώσκετε, πάντες περὶ τίνων ἀκηκόατε, πᾶς ἄνθρωπος ὅς ποτὲ ὑπῆρξε, τὸν βίον διεβίωσαν. τὸ τῆς χαρᾶς καὶ τῶν ταλαιπωριῶν σύμπαν, μυρίαι θαρραλέαι θρησκεῖαι, δόγματα οἰκονομικὰ καὶ ἀλλοία, ἅπας κυνηγέτης καὶ σιτολόγος, ἅπας ἐσθλὸς καὶ δειλός, ἅπας δημιουργὸς καὶ λυμαντὴρ πολιτείας, βασιλεὺς καὶ γεωργὸς ἅπας, ἐρωτικὸν ζεῦγος ἅπαν, ἅπασα μήτηρ καὶ πατήρ, εὔελπις παῖς, εὑρετὴς καὶ ἐρευνητὴς, ἅπας διδάσκαλος ἤθων, ἅπας διεφθαρμένος πολιτικός, ἅπας «ὁ λαμπρότατος», ἅπας ὁ «πατος ἡγεμών», ἅπας ἅγιος καὶ ἁμαρτωλὸς ἐν τῷ τοῦ ἀνθρωπίνου γένους χρόνῳ ἔζησε ἐκεῖ ‒ ἐν χόνδρῳ κόνεως κρεμαμένῳ ἐν ἀκτῖνι ἡλιώτιδι

ἡ Γαῖά ἐστι σμικροτάτη σκηνή ἐν παμμεγάλῳ κοσμικῷ ἀμφιθεάτρῳ. ἐνθυμεῖσθε τοὺς αἵματος ποταμοὺς ἐκκεχυμένους πᾶσι τοῖς στρατηγοῖς τε καὶ βασιλεῦσιν ὅπως μεγαλυνόμενοι καὶ θριαμβεύοντες ἐφήμεροι δεσπόται γένοιντο μορίου τινὸς σμικροῦ μιᾶς στιγμῆς. ἐνθυμεῖσθε τὰς ἀπεράντους ὠμότητας ἐπιβληθείσας ὑπὸ κατοίκων μέρους τινός τῆσδε τῆς στιγμῆς τοῖς σχεδὸν οὐδὲν σφῶν διαφέρουσι κατοίκοις ἄλλου τινὸς μέρους, ὡς συχναί αἱ ἀγνωμοσύναι αὐτῶν, ὡς σπουδαῖοι ἀπολέσαι ἀλλήλους, ὡς σφοδρὰ τὰ μίση. 

ἡ ἡμετέρα ἀλαζονεία, τὸ ἡμέτερον πεπλασμένον σεμνόν, ἡ γλυκεῖα πλάνη ἡμᾶς ἐξαίρετόν τινα τόπον κατέχειν ἐν τῷ σύμπαντι κόσμῳ εἰς ἀμφισβήτησιν καθίστανται ὑπὸ τῆσδε τῆς στιγμῆς ὠχροῦ φωτός. ὁ ἡμέτερος πλανήτης μονόστολός ἐστι χόνδρος ἐν μεγάλῳ περιβάλλοντι σκότῳ κόσμου. ἐν τῷ ἡμετέρῳ σκοτεινῷ, ἐν παντὶ τούτῳ τῷ ἀπεράντῳ μεγέθει οὐδὲν σημεῖον φαίνεται ὅτι βοήθεια ἐλεύσεται ἄλλοθεν σώσουσα ἡμᾶς ἀπὸ ἡμῶν αὐτῶν. 

ἡ Γαῖά ἐστι ὁ μόνος κόσμος ὑποδεχόμενος ζωήν, ὅσον γ΄ ἐμὰς εἰδέναι. Οὐδαμοῖ ἂν ἄλλοσε ἐν τῷ ἐπιόντι γε χρόνῳ τὸ ἡμέτερον γένος δύναιτο μεταναστῆναι. ἐπισκέψασθαι, ναί. κατοικίσαι, οὔπω. εἰ τε ἡμῖν ἀρέσκει εἰ τε μὴ πρὸς τὸ παρόν ἡ Γαῖά ἐστιν ὅπου ὑπομένομεν. 

ἡ ἀστρολογικὴ ἐμπειρία λέγεται ταπεινοῦν τοὺς ἀνθρώπους τε καὶ παιδεύειν τὸ ἦθος αὐτῶν. ἴσως οὐδὲν ἄλλο ἄμεινον ἀποδείκνυσι τὸ μῶρον τῆς ἀνθρωπίνης χαυνότητος ἢ ἥδε ἡ ἐξ ἀπόπτου εἰκὼν τοῦ σμικροτάτου κόσμου ἡμῶν. ὡς ἐμοὶ δοκεῖν νουθετεῖ ἡμᾶς τὸ ἡμέτερον καθήκον εὐνοικώτερον χρῆσθαι ἀλλήλοις καὶ διαφυλάττειν τε θεραπεύειν τὴν μόνην ἑστίαν ἥν ἐγνώκαμέν ποτε – τὴν ὠχρὴν ἀερίνην τε στιγμήν.


 

Ἴσμεν καὶ ὅ τι ἂν ἀνακράγοι ὁ Σενέκας·

Hoc est illud punctum quod inter tot gentes ferro et igne dividitur?! O quam ridiculi sunt mortalium termini!

Αὕτη ἐστὶν ἐκείνη ἡ στιγμὴ ἥ ὑπὸ τόσων ἐθνῶν πυρὶ καὶ σιδήρῳ διαιρεῖται;! ὡς καταγέλαστα τὰ τῶν θνητῶν ὅρια!Σενέκας 






Κατὰ γνώμην τὴν ἐμὴν χρῆ ἡμᾶς ὡς πλειστάκις ἐνθυμεῖσθαι ταύτην τὴν εἰκόνα καὶ τούτους τοὺς γενναίους λόγους τοῦ ἀνθρωπεύεσθαι χάριν.


μήποτε ἐπιλαθώμεθα ἄνθρωποι εἶναι!

1 comment:

  1. Ὡς ἀρέσκοιτ' ἂν Ἐπίκουρος τούτοις (ἐρεσχηλῶ ταῦτα...)!
    Νῦν σκεπτέον πότερόν γε ἔστιν ἐφικέσθαί πῃ τῷ (ἀληθῶς μόνῳ τρόπῳ ἔχουσιν) λόγῳ τῶν τοσοῦτο πόῤῥω ἡμῶν ὄντων ἢ οὔ. Τί θεός; Τίνα δὴ ἂν τῇδε καλοῖμεν; Τὸ πρῶτον κινοῦν ἀεικίνητον ὂν (Ἀριστοτέλους), πρωτόλειά τινα κοσμικὰ καθόλου «πράγματα» διδόντα ὡρισμένην μορφὴν τοῖς προϋπάρχουσι μὲν ἐν τῇ παντελῆ δ’ οὖν ἀναρχίᾳ πραγμάτων-ἀποβάντων; (Τίμαιος Πλ. 30a,39b) ἐκτὸς καθόλου χρόνου ὄντως ὄντα (Πλατωνιστί), ἐὸν κόσμος (κατὰ Παρμενίδην, ἰδὲ O. Gigon τεκμαιρόμενον τὸ Παρμενίδειον ἐὸν Θεόν τινα εἶναι [Der Urspung der griechischen Philosophie, Basel/Stuttgart 1968 σελ. 269]), ἐκδηλώσεις ἐν τῇ φύσει τοῦ ἑνός τε καὶ μονογενοῦς καὶ αὐτογενοῦς ἀτρεκῶς Θεοῦ, οὗ ἕνεκα πάντα ἐγένετο (Ὀρφικά, οἷον ὁ ἐσθίων τὰ ἑαυτοῦ τέκνα Κρόνος=Χρόνος γεννηθεὶς ἐξ Οὐρανοῦ...); Ὄντα μὴ ἀσχολούμενα ὁπωσοῦν περὶ τὰ καθ’ ἡμῶν καθὰ Ἐπίκουρός φασι, κυριττόμενα βραδέως ὑπὸ τοῦ ἀεὶ προπετῶς πανταχοῖ ῥέοντος χρόνου; (Φιλοσοφία Ἐπικούρου, ἰδὲ Ἱππόλυτος «Κατὰ πασῶν αἱρέσεων I.22,3», συναγωγὴ Ἀετίου 1,77, Πλουτάρχου ὅτι οὐδ’ ἡδέως... κ.τ.τ.), ὁτιοῦν ἀθάνατον καὶ θεῖον καθάπερ τοὺς Ἕλληνας, ἅτε ὅ τε φυτάλμιος ὅδε κόσμος αὐτὸς θεῖος καλεῖται, εἴδωλον τοῦ ἀοράτου ἡμῖν, πνεύματος ὄντος, Θεοῦ («Οὐ γ ἀχω[ρ]ιστεῖν κ συμπεριπολεῖν [τούτοις] τοῖς ἄστροις [ὑ]πολη[π]τέον τοὺς θεούς» (Φιλόδημος περὶ θεῶν γ9-193Arr, περὶ Ἐπικούρου), Νοῦν τοῦ κόσμου τὸν θεόν, τὸ δὲ πᾶν ἔμψυχον καὶ δαιμόνων πλῆρες (Ἀέτιος, Ι7,11) καὶ ἀπεφήνατο τοὺς ἀπείρους οὐρανοὺς θεούς (Ἀέτιος Ι7,12). Ἴσως γοῦν οὐ κατὰ Παρμενίδην ἔξεστί πως ἀποδεχθῆναι ὡς ἄρα ἐντὸς τοῦ χρόνου ταῦτα κεῖται, ἐὰν οὖν ἀληθῶς κέηται («οὐδέ ποτ’ ἦν οὐδ’ ἔσται, ἐπεὶ νῦν ἔστιν ὁμοῦ πᾶν, ἕν, συνεχές· τίνα γὰρ γένναν διζήσεαι αὐτοῦ; πῇ πόθεν αὐξηθέν; οὐδ’ ἐκ μὴ ἐόντος ἐάσσω φάσθαι σ’ οὐδὲ νοεῖν· οὐ γὰρ φατὸν οὐδὲ νοητόν ἔστιν ὅπως οὐκ ἔστι. τί δ’ ἄν μιν καὶ χρέος ὦρσεν ὕστερον ἢ πρόσθεν, τοῦ μηδενὸς ἀρξάμενον, φῦν;» (Περὶ φύσιος Fragm.8). Ὀλίγοις ἔπεσι ὅσῳ ἂν πλείω ὑπάρχῃ λεχθῆναι περί του τοσούτῳ μᾶλλον ἰστέον ἡμᾶς ἀπέχειν τῶν ἀμαυρῶν ἐκείνων... Ἀρκεῖ ὁ σήμερον ἕως νῦν οἶνος.

    ReplyDelete