![]() |
τὰ
+δίοπτρα
αἱ
+ὕαλοι
|
τοῦτο
τὸ ὄργανον πάλαι οὐκ ὑπῆρχε, ἀλλὰ
ἐνίοτε ἐχρῶντο, εἰ μὴ σφάλλομαι,
λίθοις τισιν διαφανέσι πρὸς το ἄμεινον
ὁρᾶν. παρὰ τῷ Ἀριστοφάνει ἐν ταῖς
Νεφέλαις (768) ἀναγιγνώσκομεν τάδε·
{Στ.}
ἤδη παρὰ τοῖσι φαρμακοπώλαις τὴν
λίθον
ταύτην
ἑόρακας, τὴν καλήν, τὴν διαφανῆ,
ἀφ'
ἧς τὸ πῦρ ἅπτουσι;
{Σω.}
τὴν ὕαλον λέγεις;
{Στ.}
ἔγωγε.
κατὰ
τὸ εἰκός αὕτη ἡ ὕαλος εστιν φακός
τι, ὡς νῦν λέγουσιν, ὑάλινος
καὶ κοῖλος.
λέγεται
ὅτι ὁ Σενέκας ἐχρῆτο σφαίραις
πεπλησμέναις ὕδατος πρὸς ἀναγιγνώσκειν,
ἀλλὰ ἀγνοῶ ὅπου τοῦτο ἀναγιγνώσκομεν.
οἱ
νῦν καλοῦσιν ταῦτα τὰ δίοπτρα «γυαλιά»,
τουτ' εστιν «ὑάλους» τε καὶ «ματογυάλια»
απὸ τοῦ
«ὀμματ-» +
«γυαλιά» ~*ὀμματοϋαλοι.
Ῥωμαϊστί
λέγομεν perspicilia
‒ «δίοπτρα» καὶ (vitra)
ocularia
‒ «ὕαλοι ὀφθαλμικαί».
No comments:
Post a Comment