Saturday, April 2, 2016

Πῶς λέγωμεν τὸ computer Ἑλληνιστί;

Πάντες ἴσμεν τι ἐστὶ τὸ computer, τοῦτ΄ ἐστίν, ἴσως σύ, ὦ ἀκροατά, οὐκ δύναιο ἄν ὁρίσαι ἐπιστημόνως, ἀλλὰ δήπου χρῇ τῷ computer ἀναγιγνώσκων ταῦτα. Νῦν δε ἐπισκεπτέον πῶς ὀνομάσωμεν Ἑλληνιστί τοῦτο τὸ ὄργανον ἢ μηχανήν. 
 

+τὸ λογιστικόν
+τὸ λογιστήριον
*τὸ ψηφιστικόν
*τὸ τακτικόν

Οἱ νῦν Ἕλληνες λέγουσιν “υπολογιστής” ἀπὸ τοῦ “υπολογίζω” ὅ νῦν σημαίνει ratiocinari, computare, πάλαι μὲν ἐσήμαινε rationem habere alicujus rei, take sth into account.


Τὸ ῥῆμα τὸ ἀρχαῖον ἐστίν· λογίζεσθαι ratiocinari, computare

  • Καὶ δυνάμεθα οὖν λέγειν· τὸ λογιστικόν, ἀλλὰ ἰστέον ὅτι παρὰ τοῖς φιλοσόφοις σημαίνει μόριον τι τῆς ψυχῆς. 
  • Ἢ ἴσως· τὸ λογιστήριον, ἀλλὰ αὕτη ἡ λέξις σημαίνει μάλιστα τόπον τινα ἐν ταῖς Ἀθήναις ποῦ οἱ λογισταί συνῇσαν, τὰ τῶν λογιστῶν ἀρχεῖα, ἀλλ΄ ὅμως σημαίνει τε καὶ τὸν ἄβακα παρὰ συγγραφεῖ τινί, εὕρηται ἅπαξ καὶ “τράπεζα λογιστηρία= ἄβαξ(?). 
  • Ἴσως δυναίμεθα ἄν ποιῆσαι τὸ ὄνομα “λογιστρον” η λογιστηρ”, ἀλλὰ οὐκ εἰμι ἐπιστήμων τούτου.

Δυνάμεθα καὶ ἀπὸ ἄλλου ῥήματος ποιῆσαι τοὔνομα.
 
ὁ ἄβαξ καὶ αἱ ψῆφοι

«τὸ ψηφίζειν κυρίως μὲν τὸ ταῖς ψήφοις ἀριθμεῖν, καταχρηστικῶς δὲ καὶ τοῖς δακτύλοις ἀριθμεῖν.»


ψῆφος (ποκοριστικά· ἡ ψηφίς, τὸ ψηφίον, ψηφίδιον)
  • λιθάριον ᾧ λογιζόμεθα  
  • calculus quo in computando sive supputando utimur, calculus computatorius sive supputatorius

Τοιγαροῦν παρὰ τοῖς νῦν Ἕλλησιν “τὸ ψηφίον” σημαίνει digit, dígito, cifra, σημεῖον τοῦ ἀριθμοῦ.


Ὡς ἐμοῖ γε δοκεῖ δυνάμεθα λέγειν ὅτι τοῦτο το ὄργανον ψηφίζει ὅτι λογίζεται ψήφοις (~digits, τοῖς σημείοις τῶν ἀριθμῶν), αὐτὸ ἐστιν τὸ λογιζόμενον ψήφοις, λέγομεν γάρ digital computer, καὶ διὸ νομίζω ὡς δυνάμεθα εἰπεῖν· τὸ ψηφιστικόν.


Γαλλιστί λέγεται ordinateur, καὶ ὅμοιον Ἰσπανιστί ordenador(a), τοῦτ΄ ἐστίν «ὁ τάττων [τὰ δεδομένα]», ἀλλὰ ἀγνοῶ πότερον καλῶς εἴποιμεν ἂν τὸ τακτικόν.


πῶς ὑμῖν δοκεῖ;


Latine dicitur (instrumentum) computatorium seu rarius ordinatorium.

4 comments:

  1. Χαῖρε. Πολλὰ καὶ καλὰ γράφεις. Δοκεῖ δ' ἔμοιγε χρείαν ἔχειν λεξικοῦ τινὸς ὁμοίου τῷ Imaginum Vocabularium Latinum 2009. - pp. 393. - ISBN: 978- 3-923587-55-4. Ἆρα σὺ δύνασαι τοῦτο ποιῆσαι;

    ReplyDelete
    Replies
    1. Χαιρε, και συ καλην εφημεριδα εχεις, αρεσκουσιν μοι αι ηχοφραφαι σου, ειθε αναγιγνωσκοις π.χ. διαλογους Λουκιανου (http://books.google.com/books?id=BYlUAAAAcAAJ) η Πλατωνος...

      Ποτερον δυνωμαι γραψαι λεξικον τι μετα εικονων οιον: http://imgur.com/a/WcDzZ ; ισως, ει εσχολαζον και ηδειν ικανά. αλλα δια τι οιη οτι εγω δυναμαι τουτο αμεινον η σου ποιησαι; εστιν πολλα α ουκ οιδα και σου, κατα το εικος, πλειω Ελληνικα ανεγνωκας η εγω.

      Delete
    2. Χάριν μὲν οἶδά σοι, ὦ ἄνερ. Οὐ δ'οἷός τ᾿ἐιμι τοιοῦτο ἔργον ποιεῖν, οὔτε διδάσκαλος οὔτε μαθητὴς ἐν πανεπιστημίῳ ὤν, ἀλλὰ ὠφελοῖμι ἄν, εἰ σὺ ἢ μεταγράφοις ἐκεῖνον τὸ Ῥωμαικὸν βιβλίον ἢ νέον τι ποιοῖς ὅμοιν ὂν ταῖς ἐκείναις καλαῖς εἰκόσι. Ἔρρωσο.

      Delete
    3. Οὔτε ἐγὼ τυγχάνω καθηγητὴς οὔτε φοιτητὴς τῆς Ἑλληνικῆς ὤν. Ἀγνοῶ πότερον θέλεις οὖν ἐμὲ τὸ λεξικὸν παρασκευᾶσαι.

      Δεῖ μὲν πρῶτον (1) ἀπογράψαι πάσας τὰς λέξεις Ἀγγλιστὶ, ἔπειτα δε (2) μεταφράσαι εἰς τὴν Ἑλληνικὴν τε καὶ (3) εὑρεῖν εἰκόνας ἐλευθέρας, ὡς ἔπος εἰπεῖν, τουτέστιν αἷς ἔξεστιν χρῆσθαι ἀμισθὶ, καὶ τὸ τελευταῖον (4) συντάξαι πάντα.

      Μέγιστον ἐπιχείρημα μοι δοκεῖ εἶναι.

      Ἴσως κατὰ μικρὸν καὶ καθ΄ ἕκαστον κεφάλαιον… πχ. πρῶτον μέρη τοῦ σώματος, ἔπειτα ζῷα κτλ.

      Οὐκ οἶδα… ὡς εἴρηκα, οὐκ εἰμι ἐντριβέστατος τῇ Ἑλληνικῇ.

      Delete