Monday, July 11, 2016

ὠφέλιμα ‒ ἀκούειν τὴν Ἑλληνικὴν φωνήν

Χαίρετε, ὦ ἀναγνῶσται μου

πλέων χθὲς τὰ τοῦ παγκοσμίου δικτύου κέλευθα ἐνέτυχον σελίδι τινί ὠφελιμωτάτῳ, ὡς ἐμοὶ δοκεῖ. Ἐν ταύτῃ τῇ σελίδι οὐ μόνον ἀναγιγνώσκειν ἀλλὰ καὶ ἀκούειν ἐστίν πολλοὺς καὶ παντοδαποὺς λόγους ὑπὸ ζώντων ἀνθρώπων Ἑλληνιστὶ πεποιημένους. Ἄτοπον, ἆρ΄ οὔ, ἔτι καὶ νῦν εἴσιν οἱ βουλόμενοι καὶ τὸ κυριώτερον οἷοι εὐπόρως καὶ πλουσίως ἑλληνίζειν.

Μὴ χρονίζω πλείον, ἡ ἐπιγραφή ἐστι·

ἔξεστι ἐκεῖ καὶ διδάσκεσθαι ἀπὸ στόματος ἱέναι τὴν τῶν Ἑλλήνων καὶ τε τῶν Ῥωμαίων γλώτταν, ἀλλὰ, δυστυχῶς, ἐπὶ μισθῷ ($200).

εἰ ἴστε ἄλλην τίνα σελίδα μετὰ καλῶν ἐγγραφῶν (recordings) τῆς Ἑλληνικῆς φωνῆς, εἴπετε, εἰ βούλεσθε.

ΥΓ. καὶ τήνδε τὴν σελίδα ὑμῖν συμβουλεύω ὡς πολλὰ ὠφέλιμα ἔχουσαν·


ἔρρωσθε

1 comment:

  1. Χαῖρε φίλε. Ἔστι γε προσέτι καὶ ἡ σελὶς http://akropolis-world-news.weebly.com τοῦ διδασκάλου Juan Coderch (γεγραφὼς ἔτι βιβλίον ἐν ᾧ ἑρμηνεύει ἱστορίαν τοῦ Sherlock Holmes ἀττικιστί), ὃς ἐπιμελεῖται συντάττων τὰ τελευταῖα γεγονότα, ὅπως δὴ ἀποδείξῃ ζῶσαν ἔτι καὶ νῦν τὴν γλῶτταν ταύτην εἶναι, καὶ οὐχὶ μόνον ἀδύνατόν τινι γράφειν ἀλλὰ καὶ ἐπιχειρητέον, ὥσπερ ἔπραττον πλειστάκις καὶ οἱ Ἕλληνες φιλόλογοι-διδάσκαλοι ἄχρι τῶν τοῦ ´40.

    Ἀλλὰ δὲ τὸ ὑπὸ τοῦ Κωνσταντίνου Κόντου λεχθὲν «πολλῷ κάλλιον εἶναι νὰ στέργῃ τις τὰ κοινολεκτούμενα ἢ σπουδάζων περὶ τὰ χαριέστερα νὰ σολοικίζῃ δεινότατα» (καθαρεύουσα) ἔπαυσε πάντας τοὺς βουλομένους ἕνεκα φόβου ἀγνοημάτων ἀγωνιᾶν περὶ τοιούτων ζητημάτων.

    ReplyDelete