Saturday, January 2, 2016

λεξεις ‒ τὰ τοῦ νῦν ‒ coffee

τὸ +Ἀραβικόν μετὰ γάλακτος

τὸ +Ἀραβικόν = coffee

Οὕτως καλοῦσιν τινες τοῦτο το ποτόν. Λέγεται ὁτι τὸ πρῶτον ἐν τῷ 17. αἰῶνι ὠνομάζετο «Ἀραβικὸς οἶνος». Τοῦτο τὸ ποτόν ἄγνωστον ἦν τοῖς Ἕλλησιν τοῖς πάλαι.

Οἱ νῦν λέγουσιν «καφές»* ἀπὸ Τουρκικῆς λέξεως kahveh, ἡ εστιν ἀπὸ Ἀραβικῆς qahwah, ἣν λέγουσιν σημαίνειν ἢ σημῆναι
οἶνον (ἀπὸ τούτου τοῦ κόκκου, αὐτοῖς γάρ οὐκ ἔξεστιν πίνειν οἶνον).

*ἑώρακα καὶ «κοφέα» ἐν λεξικῷ τινί παλαιτέρῳ.

 
Ἐν τῇ καθαρευούσῃ διαλέκτῳ (ἠ ἰσως μόνον ἐν δράματι τινι ὡς γελοῖον τι) ὑπάρχει «νηφοκοκκόζωμον» ἀπό·
  • νήφω = οὐ μεθύω, οὐ πίνω οἶνον
  • ὁ κόκκος
  • ὁ ζωμς ἢ ἀπὸ ῥήματος τινος ὁμοίου


1 comment:

  1. ὦ θαυμάσιε! πολὺ δή ἀρεσκούσης ταύτης τῆς σελίδος, ἤδη παρῄνησα τοῖς μου μαθηταῖς δεῦρο ἐλθεῖν. συγχαίρω σοι!

    ReplyDelete