Saturday, January 2, 2016

λεξεις ‒ eyeglasses

 
τὰ +δίοπτρα
αἱ +ὕαλοι

τοῦτο τὸ ὄργανον πάλαι οὐκ ὑπῆρχε, ἀλλὰ ἐνίοτε ἐχρῶντο, εἰ μὴ σφάλλομαι, λίθοις τισιν διαφανέσι πρὸς το ἄμεινον ὁρᾶν. παρὰ τῷ Ἀριστοφάνει ἐν ταῖς Νεφέλαις (768) ἀναγιγνώσκομεν τάδε·

{Στ.} ἤδη παρὰ τοῖσι φαρμακοπώλαις τὴν λίθον
ταύτην ἑόρακας, τὴν καλήν, τὴν διαφανῆ,
ἀφ' ἧς τὸ πῦρ ἅπτουσι;
{Σω.} τὴν ὕαλον λέγεις;
{Στ.} ἔγωγε.


κατὰ τὸ εἰκός αὕτη ἡ ὕαλος εστιν φακός τι, ὡς νῦν λέγουσιν, ὑάλινος καὶ κοῖλος.

λέγεται ὅτι ὁ Σενέκας ἐχρῆτο σφαίραις πεπλησμέναις ὕδατος πρὸς ἀναγιγνώσκειν, ἀλλὰ ἀγνοῶ ὅπου τοῦτο ἀναγιγνώσκομεν.
 

οἱ νῦν καλοῦσιν ταῦτα τὰ δίοπτρα «γυαλιά», τουτ' εστιν «ὑάλους» τε καὶ «ματογυάλια» απὸ τοῦ «ὀμματ-» + «γυαλιά» ~*ὀμματοϋαλοι.
 
Ῥωμαϊστί λέγομεν perspicilia ‒ «δίοπτρα» καὶ (vitra) ocularia ‒ «ὕαλοι ὀφθαλμικαί».

No comments:

Post a Comment